TLG 0351 001 :: [HIPPOTHOON] :: Fragmenta

[HIPPOTHOON] Trag., vel Hippothous
(Incertum)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 321–322.

frr. 1–6

Citation: Fragment — (line)

1

ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης

2

φθόνος κάκιστος κἀδικώτατος θεός,
κακοῖς τε χαίρει κἀγαθοῖς ἀλγύνεται321

3

ζευχθεὶς γάμοισιν οὐκέτ’ ἔστ’ ἐλεύθερος. ἀλλ’ ἕν γ’ ἔχει τι χρηστόν· ἐν κήδει γὰρ ὤν ἐσθλῷ δέδοικε μηδὲν ἐξαμαρτάνειν

3a?

ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή

4

παίδων κρατεῖν δεῖ τῶν νεωτέρων σοφούς

5

γῆρας λεόντων κρεῖσσον ἀκμαίων νεβρῶν

6*

γάμος κράτιστός ἐστιν ἀνδρὶ σώφρονι, τρόπον γυναικὸς χρηστὸν ἔνδον λαμβάνειν·
αὕτη γὰρ ἡ προὶξ οἰκίαν σῴζει μόνη322